Ancient Greek · ~2 min
Chapter 178
Libanius, Declamatio I 178
Not analysed yet
Καὶ τί δεῖ τοῖς ἐσομένοις συγγράμμασι πεί- θειν μὴ βουλεύεσθαι κακῶς; τὸν Πύθιον, ὦ Ἀθη- ναῖοι, δείσατε. τὸν χρησμὸν αἰδέσθητε, τὴν ἀπὸ Δελ- φῶν μαρτυρίαν, καὶ μὴ |τὸν τοῖς ἐκ τοῦ τρίπο- δὸς κεκοσμημένον ἀπολέσητε ψήφοις μηδὲ μιμήσησθε τὸν θρασὺν ἐκεῖνον Ἴδαν, ὃς ἔλαβε τόξον, ὥς φασιν, ἐπὶ τὸν θεόν. πόλεμός ἐστι καὶ τοῦτο πρὸς τὸν Ἀπόλλω, πόλεμος ἐξ Ἀττικοῦ δικαστηρίου πρὸς τὰ μέσα τῆς γῆς. ἐκεῖθεν μὲν ὁ θεὸς κηρύττει· σοφώτατος ἀν- δρῶν Σωκράτης, ἐντεῦθεν δὲ ἀποκτανθήτω Σω- κράτης βοᾶτε.