Ancient Greek · ~2 min
Chapter 177
Libanius, Declamatio I 177
Not analysed yet
οὐχ ὁρᾶτε τὸν Μίνω δεινά πάσχοντα ἐπὶ τῆς σκηνῆς καὶ τὴν οἰκίαν αὐτοῦ διὰ τοῦ τῆς Πασιφάης ἔρωτος ἐν αἰσχύνῃ γεγενημένην; ταῦτα μέντοι πολλοὺς <ἂν> ἀν- θρώπους ἔλαθεν, εἰ μὴ πανταχοῦ τὸν λόγον αἱ τρα- γῳδίαι διέσπειραν. νῦν δ’ ἀνθ’ ὧν τῇ πόλει χαλεπῶς προσενήνεκτο δύναμιν ἔχων ἐν τῇ θαλάττῃ διὰ τῶν ποιητῶν καὶ τελευτήσας κολάζεται. μὴ τοίνυν πολλὰς γλώττας ἐφ’ ὑμᾶς αὐτοὺς κινήσητε μηδὲ τοὺς τὸ πρᾶγμα ἐλαύνοντας ἐχθροὺς τῇ πόλει ποιήσητε.