Ancient Greek · ~2 min
Chapter 180
Libanius, Declamatio I 180
Not analysed yet
φέρε, εἴ του πιέζοντος, ὅ μὴ γένοιτο, <ἥκοιτε> ζητοῦντες παρὰ τοῦ θεοῦ, καθάπερ ἔμπροσθεν, λύσιν, ὁ δ’ ὑμᾶς, ὥσπερ τὸν Ἀρχιλόχου φονέα, διαρρήδην ἐξελαύνοι τοῦ νεὼ |Μουσῶν ὑμᾶς ἀπεκτονέναι καὶ αὐτοῦ θεράποντα ὑπειπών, καλήν γ’ ἂν εἴημεν δόξαν ἐν τοῖς Ἕλλησιν ἐσχηκότες. καὶ τούτῳ μὲν ἦν εἰς τὸν τοῦ πολέμου νόμον ἀναχώρησις, ὑμᾶς δὲ τί τῶν ἀπάντων παραι- τήσεται;