Ancient Greek · ~3 min
Chapter 181
Libanius, Declamatio I 181
Not analysed yet
τοὺς αὑτοῦ ποθ’ ἱερεῖς οὗτος αὐτὸς ὁ θεὸς ὑπὲρ Αἰσώπου χαλεπαίνων περιέβαλε κακοῖς. καί- τοι τίς ἂν μὴ φιλονεικῶν ἀπεικάσειεν Αἴσωπον τὸν Φρύγα Σωκράτει τῷ ὑμετέρῳ; πῶς οὖν δεῖ νομίζειν πρᾴως οἴσειν τὸν τοῦδε θάνατον, ᾧ δεινὸν ἔδοξεν ἐκεῖνος ὁ πρότερος; καλήν γε δόξαν ἐν τοῖς Ἕλλησιν ἕξομεν ἄνευ τοῦ τι πείσεσθαι καὶ ζημίας. καὶ γὰρ εἰ ψήφοις ἀποθανεῖται καὶ δικαστηρίου ἔσται σχῆμα, μείζων αἰτία τὸ μηδ’ ὀργῇ προσθεῖναι τὸ κακὸν ἐξεἱ- ’ναι. τὸ δὲ καὶ τὴν πρύμναν ἐστέφθαι τοῦ πλοίου τοῦ τὸν χορὸν εἰς τὴν Δῆλον ἄγοντος οὐ φαίνεται δηλοῦν ὧς ἐμποδὼν ὁ θεὸς ἵσταται τῇ τελευτῇ καὶ τὴν σώ- ζουσαν φέρει;