Ancient Greek · ~5 min
Chapter 182
Libanius, Declamatio I 182
Not analysed yet
μέλει τοῖς κρείττοσιν, d) Ἀθηναῖοι, μέλει τῶν φιλομούσων. σημεῖον δέ, Λειβήθριοι μετὰ τὸν Ὀρφέως φόνον δι’ ἀμουσίας ἔδοσαν δίκην καὶ κατέχεται τὸ χωρίον ἀπαιδευσίᾳ συχνῇ. καίτοι τοῦτο ποίας οὐ νόσου δεινότερον, τίνων οὐκ αὐχμῶν βλα- βερώτερον καὶ τετυφλῶσθαι τὴν διάνοιαν καὶ ζῆν ἐν ἀγνοίᾳ τῶν καλῶν καὶ μηδὲν διαφέρειν |βοσκη- μάτων; ἀλλ’ ὑμεῖς μὴ ἁμάρτοιτε τοιοῦτον μηδὲν μηδὲ πάθοιτε. Κρίτων, ἡλικιῶτα Σωκράτους καὶ δημότα, λέγε πρὸς τούτους ἃ σύνοισθα τῷ φίλῳ. ποῦ τοῦ Σα- 10 λαμινίου Λέοντος οἱ παῖδες, ἐφ’ ὅν ὑπὸ τῶν τριά- κοντα πεμπόμενος οὗτος ἀπῆλθεν οἴκαδε; φανεῖται μεμνημένος δημότης τῆς προαιρέσεως; καὶ τῶν ἀμφὶ Θράσυλλον καὶ Περικλέα τοὺς οἰκείους καλῶ τῶν, τὸ Σωκράτους μέρος, οὐκ ἀπολωλότων ἀκρίτων. 183. Παῦσαι θορυβῶν, Ἄνυτε. δεῖσον τὸ μέλλον. μὴ νίκην νίκα Καδμείαν. ὅρα μὴ τήμερον ἡσθεὶς ὕστε- ρον ὀδύρῃ σαυτόν. εἶλε καὶ Καλλίξενος τοὺς στρατη- γούς, ἀλλ’ ὅμως ἑλὼν ἀπώλλυτο. φύλαξαι δὴ τὸ παρά- δειγμα καὶ λῆξον λοιδορῶν. λύει τὰς βλασφημίας Φαί- δων μετὰ τὸν χείρω βίον φιλοσοφῶν. οὕτως εἴωθε Σωκράτης διαφθείρειν τοὺς νέους. Apologiae Socratis succedere iussi alteram de illo decla- mationem, quae in uno codice —Barberinum dico —ei ante- cedit, sed paucissimis libris servata in editionibus Morelliana et Reiskiana desideratur.