Ancient Greek · ~4 min
Chapter 20
Libanius, Declamatio I 20
Not analysed yet
καὶ οὐδὲν ἐπαύσατο τῶν στρατηγεῖν καὶ ἄρχειν ὑμῶν βουλομένων καὶ τὰ κοινὰ διοικεῖν ἐνίους ἐλέγχων, ὅτι πρὶν ὅπως ἐπιμελήσονται τῶν |ὑμε- τερῶν καὶ πῶς ἂν εὐδαίμων γένοιτο πόλις μαθεῖν, ὅπως ἐν ταῖς ἀρχαῖς γένοιντο διαπράττονται. καὶ ταῦτα ἔλεγεν, οὐ μὰ Δί’, οὐκ ἐκείνους ἐν αἰσχύνῃ ποιεῖν βου- λόμενος, ἀλλ’ ἵνα εἰδῶσιν, ὅτι ἔστιν ὁ μεμψόμενος τοῖς ἀμελοῦσι καὶ ἐξετάσων καὶ λόγον ἀπαιτήσων, ἴν ἢ μὴ παρασκευάζοντες αὑτοὺς χρησίμους ἀπέχωνται τῶν ὑμε- τέρων ἢ παρέχοντες αὑτοὺς εἰς τὴν χρείαν ἐπιτηδείους συμφέρωσιν ὑμῖν ἄρχοντες. 21. Καὶ διὰ τοὺς τοιούτους, ὦ Ἀθηναῖοι, λόγους Σωκράτης μὲν πολλοῖς ἀπήχθετο, τὰ δὲ ὑμέτερα, ἐὰν ἄνευ φθόνου σκοπῇ τις, πολλαχῇ βέλτιον ἔσχεν ἐγκα- λοῦντος ἀεὶ τούτου καὶ ὀνειδίζοντος, ὅτι χρημάτων μὲν Ἀθηναίοις ἐστὶ πολλὴ φροντὶς καὶ περὶ τοῦτο ἐσπουδάκασι, τῶν δὲ ψυχῶν ὅπως ἄρισται γενήσονται καὶ αὐτῶν καὶ παίδων, οὐδὲ εἶς λόγος. ὧν καθ’ ἑκάστην λεγομένων ἡμέραν καὶ ταυτησὶ τῆς παιδείας Σωκρά- τους συνεχῶς προιούσης δεῖ νομίζειν τοὺς μὲν ἄγαν κακῶς διακειμένους οὐδὲν ὄνασθαι, τοὺς δὲ εἰδότας ἐρυθριᾶν καὶ πεισθῆναι καὶ γενέσθαι βελτίους.