Ancient Greek · ~2 min
Chapter 19
Libanius, Declamatio I 19
Not analysed yet
τοιοῦτος ὢν καὶ διάγων, ὡς ἔφην, ὥσπερ τις κοινὸς πατὴρ καὶ τῆς πόλεως ὅλης κηδεμὼν περιενόστει τὰς παλαίστρας, τὰ γυμνάσια, τὸ Λύκειον, τὴν Ἀκαδημίαν, τὴν ἀγοράν, ὅπου μέλλοι <πλείστοις> ἐντεύξεσθαι, λειτουργῶν ὑμῖν, ὦ ἄνδρες, λειτουργίαν οὐδὲν ἐοικυῖαν ταῖς ἐν τοῖς Παναθηναίοις ἢ τοῖς Διονυσίοις, ὧν ἡ χάρις παρέρχε- τᾶι, ἀλλ’ ἐγρηγορὼς καὶ φροντίζων, ὅπως κακίαν μὲν εἰς δύναμιν ἐξελάσειεν, ἀρετὴν δὲ πείσειεν ἀγαθόν τι νομίζειν.