Ancient Greek · ~1 min
Chapter 25
Libanius, Declamatio I 25
Not analysed yet
τί οὖν ἡμῖν τὸν χρηστὸν Ἄνυτον ἐξέμηνε; πόθεν ἀποκτεῖναι βούλεται τοῦτον ᾧ πολλάκις ηὔξατο γενέ- σθαι τοὺς υἱεῖς παραπλησίους; ἐν τοῖς λόγοις, ὠ ἄνδρες, τοῖς τἀληθὲς ζητοῦσιν ἔδει τῷ δηλώσοντι σαφῶς ὃ προὐθυμεῖτο παραδειγμάτων δή τινων, ὃ ποιεῖν ἅπαν- τες εἰώθαμεν καὶ οὐδὲ τῷ πάνυ βουλομένῳ τοῦτο φυγεῖν ἔνεστι.