Ancient Greek · ~2 min
Chapter 26
Libanius, Declamatio I 26
Not analysed yet
μεμνημένος δὴ σκυτοτόμων καὶ 15 βυρσοδεψῶν καὶ τῶν ἁλουργὰ ποιούντων ἔρια καὶ τῶν ἐπὶ ταῖς ἄλλαις τέχναις καὶ λέγων, ὡς ἐφ’ ὅτῳ τις διατρίβοι, τοῦτ’ ἂν εἰδείη μᾶλλον ἑτέρου καὶ καλῶς ἂν κατίδοι φαυλότητα τῶν ἐν αὐτῷ καὶ τοὐναντίον, ὑπ’ αὐτῶν τῶν πραγμάτων ἐπὶ τοῦτον Ἄνυτον ἤγετο, ᾧ τὸ μὲν ἀπὸ βυρσῶν εὐπορεῖν οὐκ ἐφαίνετο δεινόν, τῷ δὲ λόγῳ τῆς ἐργασίας ἀγανακτεῖ, καὶ τὸ μὲν ἔργον οὐκ ἔφευγε, δυσχεραίνει δὲ τὸ ῥῆμα.