Ancient Greek · ~2 min
Chapter 54
Libanius, Declamatio I 54
Not analysed yet
καίτοι τέ τὸ κωλῦον ἦν ἐπὶ μοναρχίαν προτρέπειν ἀποκεκαλυμμένως καὶ μηδὲν παραλιπεῖν <εἰπεῖν> ὧν εἰκὸς τὸν ἐρῶντα μεταστάσεως; εἰ μὲν γὰρ ὑφεωρᾶτο κίνδυνον ἐκ τῶν λόγων, ὅλως ἂν ἐσίγα ταῦτα δι’ ἅπερ νῦν κρίνεται· νομίζων δ’ ἐν φίλοις τοῖς ἀκροωμένοις ἐρεῖν, ἧκεν ἂν ἐπὶ γυμνὴν τὴν παραίνεσιν, ἐπῄνεσεν ἂν Πεισίστρατον, ἐθαύμασεν ἂν Ἱππίαν, ἠγάσθη ἂν Ἵππαρχον, ἐκάλεσεν <ἂν> εὐδαιμονίαν τῶν Ἀθηνῶν ἐκεῖνον τὸν χρόνον.