Ancient Greek · ~6 min
Chapter 51
Libanius, Declamatio I 51
Not analysed yet
εἰ μὲν οὖν Σωκράτην ᾔδει μὲν πονηρὸν Ἄνυτος οὑτοσί, πονηρῶν δὲ αὖ οὐκ ἠπί- στατο διδάσκαλον, καλῶς ἂν ἐπὶ μόνον ᾔει· νῦν δὲ τῆς νεότητος ὑμῖν, ὡς ὅδ’ ἑ φησί, διεφθαρμένης καὶ ποθούσης ἑτέραν πολιτείαν διὰ τοὺς τούτου λόγους κοινὴν ἔδει δήπου καὶ τὴν κατηγορίαν εἶναι. τοῦτο γὰρ ἂν ἦν θαρρεῖν ὑμῖν τελέως παρέχοντος, ἀλλ’ οὐ ποιοῦντος τοὺς μαθητὰς χαλεπωτέρους τῷ τοῦ διδασκά- λοῦ θανάτω. 52. Πόθεν οὖν Σωκράτης κρίνεται μόνος; ἐνεθυ- μήθη πρὸς αὑτὸν ὁ κατήγορος, ὅτι τοῖς μὲν πράγμασι καὶ ταῖς ἀληθείαις οὔτ’ ἂν τοῦτον οὔτ’ ἂν ἄλλον οὐ- δένα τῶν τούτῳ πεπλησιακότων ἕλοι, τὰ δ’ ὄντα αὑτῷ κατὰ Σωκράτους οὐκ ἂν ὑπάρχοι κατὰ τῶν ἄλλων. ταῦτα δ’ ἐστὶ τί; σοφιστὴς καλεῖται. πολλοῖς προσκέ- κρουκε. κεκωμῴδηται. τῶν εἰσφερόντων οὐκ ἔστιν. ἀλλ’ οὐκ ἐπὶ τοὺς νέους ταῦτ’ ἂν εἶχεν ἐφόδια. καθ’ ὧν οὐκ ἐρρύησαν διαβολαί, τούτους ἔδεισεν ἐν δικασταῖς αἰτιάσασθαι, ἐπεὶ καὶ κατὰ τούτου ψευδέσι διαβολαῖς, οὐκ ἐλέγχοις πιστεύων διώκει. 53. |Σκέψασθε δέ. μισόδημος, φησίν, ἐστὶ καὶ τοὺς συνόντας πείθει τῆς δημοκρατίας κατα- γελᾶν. τέ ποιῶν, Ἄνυτε, πρὸς θεῶν; λόγους συνθεὶς 20 ἀνέγνω τοῖς ἑταίροις κατὰ τῆς δημοκρατίας; ἀλλ’ οὐκ ἔγραψε μὲν οὐδὲ ἀνέγνω. εἶπε δὲ ἀπὸ στόματος οὗτος ὡς δεῖ μεθιστάναι τὴν πόλιν; ἤκουσέ τις αὐτοῦ λέγον- τος μικρὰν μὲν γεγονέναι τὴν πόλιν νόμοις διοικου- μένην, εἶναι δ’ ἂν μεγάλην, εἰ τυράννων ἐξουσίαις ἤγετο; ποῖον Λύκειον τοιούτους ἐδέξατο λόγους; ποία παλαίστρα; ποῖον ἐργαστήριον;