Ancient Greek · ~2 min
Chapter 56
Libanius, Declamatio I 56
Not analysed yet
εἰκὸς δ’ ἦν, ὦ ἄνδρες, καὶ εἰ σφόδρα τὴν πρώτην ἐδεδοίκει τὸ τῆς συμβουλῆς σαφὲς καὶ διὰ τοῦτο οὕτως ἔλεγεν ἐπικρυπτόμενος, ὥστ’ ἄδειαν εἶναι μὴ πείσαντι, χρόνου γε προἰ· όντος καὶ τοῦ πράγματος τοῖς νέοις οὐκ ἀπα- ρέσκοντος τολμῆσαι καὶ φανερῶς εἰπεῖν. ἢ νέους |μὲν ἐν τῷ δήμῳ λέγοντας οὐδὲ τοῦ θορύβου τὸ μέγε- θος ὧν ἐσπουδάκασιν ἀφίστησιν, ἀλλὰ πᾶν ὑπομένου- σιν ἐπὶ τῷ τὸ δοκοῦν αὑτοῖς καταστῆσαι κύριον, Σω- κράτης δὲ καθ’ ἡσυχίαν ἐξὸν τοὺς ἀκροωμένους λαβεῖν ἀντιλέγοντος οὐδενὸς προὐδίδου τὴν ἐπιθυμίαν τὴν αὑτοῦ δίκαιον οὐκ ἔχων λόγον;