Ancient Greek · ~2 min
Chapter 57
Libanius, Declamatio I 57
Not analysed yet
τὸ δὲ πάντων μέγιστον, μετέπεσε δὶς ἡμῖν ἤδη τὸ σχῆμα τῆς πολι- τείας Σωκράτους ἐπιδημοῦντος καὶ ὄντος Ἀθήνησι, τοῦτο μὲν μετὰ τὴν ἐν Σικελίᾳ συμφοράν, τοῦτο δὲ μετὰ τὴν ἐν Αἰγὸς ποταμοῖς ἀτυχίαν. ἔστιν οὖν εἰπεῖν, ὅτι μετέσχεν ἀνὴρ τῆς τῶν τετρακοσίων ὀλιγαρχίας ἤ τῆς τῶν τριάκοντα παρανομίας; τὸν Πείσανδρον ἐμι- μήσατο; μετὰ Θηραμένους ἐξήτασται; τῷ Φρυνίχῳ ταὐτὰ ποιῶν ὤφθη;