Ancient Greek · ~2 min
Chapter 65
Libanius, Declamatio I 65
Not analysed yet
ἠγωνίσατό ποτε Ὁμήρῳ Ἡσίοδος καὶ τοῦτο αὐτὸς Ἡσίοδος ἐν ἐπιγράμ- ματι διδάσκει φιλοτιμούμενος καὶ λέγων νενικηκέναι τὸν Ὅμηρον. οὐκοῦν εἰ μὲν ἀπάσαις Ἡσίοδος ἐνίκα, πάντες δήπου ληρεῖν ἡγοῦντο τὸν Ὅμηρον· εἰ δ’ οἱ μὲν τοῦτον ἡγοῦντο βελτίω, παρὰ δὲ τοῖς πλείοσιν εὐδοκίμει τὰ τοῦ Ἡσιόδου, τῶν οὐκ ἐπαινούντων ἐκά- τερος ἐτετυχήκει καὶ δῆλον ὧς τοῦ συλλόγου διαλυ- θέντος οἱ μὲν τούτῳ θέμενοι τὸν Ἡσίοδον ἐκάκιζον, οἱ δὲ ἐκείνῳ τοῦτον. αὐτοῖς γὰρ οὕτω γε ἐβοήθουν ἄν.