Ancient Greek · ~5 min
Chapter 63
Libanius, Declamatio I 63
Not analysed yet
πρᾶγμα ποιῶν, Ἄνυτε, πολλῆς ἐξουσίας, ἐπεὶ καὶ ἐμοὶ καὶ σοὶ καὶ τοῖς πολίταις ἅπασι καὶ τοῖς ξένοις καὶ νέοις καὶ πρε- τοῦτ’ σβυτἐροις καὶ τῷ βουλομένῳ δέδοται παρὰ τῶν νόμων κατὰ τὸ παριστάμενον μνησθῆναι τῶν ποιητῶν. ὁ μὲν ἐπῄνεσεν, ὁ δὲ οὐκ ἠβουλήθη. κρίνεται δὲ οὐδέτερος, οὐδ’ εἰ τῆς ἀληθείας ἑκάτερος ἀποτυγχάνρι. ὥσπερ γὰρ τοῖς ἄγαλμα θεωμένοις ἔξεστι τοῖς μὲν θαυμάσαι, τοῖς δὲ οὔ, καὶ μέμψασθαί |τι τῶν μερῶν, εἰ δὲ βού- λοιτό τις, καὶ τὸ πᾶν, οὕτω καὶ περὶ τῶν ποιημάτων καὶ τῶν καταλογάδην συγγραμμάτων οἱ μὲν τὴν ἀμείνω ψῆφον, οἱ δὲ τὴν ἑτέραν φέρουσι. καί, νὴ Δία γε, τὸν αὐτὸν ἂν εὕροις ἃ τήμερον ᾠήθη χρηστὰ μετὰ ταῦτα ὕστερον ἄλλης ἀξιοῦντα δόξης. τὸ γὰρ πολλάκις ἐξετα- σθὲν μᾶλλον ἔδειξε τῷ βασανίζοντι τὴν φύσιν. κἂν ἄγῃ τις εἰς δικαστήριον δώσοντα δίκην τὸν ἃ πρὶν ἐπῄ- νεσε ψέγοντα, γέλως ἂν εἴη. 64. Ἀλλὰ πῶς δεῖ ποιεῖν; βοηθεῖν λόγῳ τοῖς ἐγ- καλουμένοις ἀπ’ αὐτῆς τῆς περὶ τῶν ἐπῶν φιλονεικίας καὶ τὸν ἐπιτιμῶντα μωραίνοντα ἐλέγχειν. αὕτη γὰρ ἱκανὴ τοῖς φιλοσοφοῦσι δίκη, τὸ δὲ κρίνειν καὶ τίμημα θάνατον ἐπάγειν ἐπ’ ἄλλοις τέτακται. γνοίητε δ’ ἂν ἐκείνως μᾶλλον τὴν ἀτοπίαν.