Ancient Greek · ~2 min
Chapter 67
Libanius, Declamatio I 67
Not analysed yet
Σοφοκλῆς |δέ, ὦ πρὸς Δῖός, καὶ Εὐρι- πίδης καὶ Αἰσχύλος ἆρά σοι δοκοῦσιν οὐκ ἂν εἰκότως ἐν σοφοῖς ἀριθμεῖσθαι; καὶ τίς οὐκ ἂν συνεύξαιτο τοῖς αὐτοῦ παισὶ τὸ φανῆναι τοῖς Ἕλλησιν ἐν Διο- νυσίοις; οὐδεὶς οὖν τῶν τεθεαμένων ἀπελθὼν ἐπελά- βετο τῶν ἰαμβείων; οἱ δὲ καὶ λεγομένων ἔτι μυρίοι· καὶ μέλει γε αὐτοῖς οὐδέν, εἰ δήξονται τοὺς ποιητάς. ἡ δέ γε κωμῳδία τὸ πλεῖστον τῆς ἡδονῆς ἐκ τοῦ κακῶς λέγειν τἀς τραγῳδίας εἰσφέρεται.