Ancient Greek · ~2 min
Chapter 68
Libanius, Declamatio I 68
Not analysed yet
εἶτ’ ἂν μὲν Ἀθηναίων τοὺς δοκοῦντας παιδείᾳ διαφέρειν φῇ τις ἐν οἶς ποιοῦσιν ἁμαρτάνειν, ἀνεύθυνος· ἂν δ’ Ἀθη- ναίων τις πρὸς τοὺς πρεσβυτέρους ταὐτὸ τοῦτο ποιῇ, κριθήσεται; καὶ Σωκράτην μὲν ἐξῆν Ἀριστοφάνει κω- μῳδεῖν καὶ πᾶς ὁ μετὰ ταῦτα χρόνος ἕξει τὰ σκώμ- μάτα, γέγραπται γάρ, καὶ ὁ τὰ γεγραμμένα ἐξαλείψων οὐκ ἔσται· Σωκράτει δὲ οὐ δώσομεν ἐλέγχειν Ὅμηρον ἤ τινα ποιητὴν ἕτερον καὶ ταῦτα οὐ φυλαττομένων βιβλίῳ καὶ γραφῇ τῶν ἐλέγχων; εἰ γὰρ ἐκεῖνα νόμῳ Διονυσίων γεγένηται, καὶ ταῦτα κοινῷ νόμῳ τῶν ἀν- θρώπων εἴρηται, καθ’ ὅν ποιητῶν καὶ λογογράφων δοκιμαστής ἐστι τῶν ἐντυγχανόντων ἕκαστος.