Ancient Greek · ~2 min
Chapter 71
Libanius, Declamatio I 71
Not analysed yet
καίτοι τὼ δύο τούτω ποιητά, τόν τε Ἡσίοδον καὶ τὸν Ὅμηρον λέγω, πρεσβυτέρους εἶναι συμβαίνει τοῦ Σόλωνος. εἴ γ’ οὖν ἡγεῖτο δεινὸν ὁ Σόλων εἶναί τινα κατὰ τῶν ἐπῶν ἐξουσίαν τῷ βουλομένῳ, πάντως ἂν ἔθηκε νόμον εἴργοντα τοὺς Ἀθηναίους τῆς βασάνου τῶν ἐπῶν, εἰ δὲ μὴ |Σόλων, ἕτερος ἄν, ὡς περὶ τῶν ὀνομάτων Ἁρμοδίου καὶ Ἀριστογείτονος ἔδοξεν ἡμῖν μηδένα δοῦλον τοῖς τὸν τύραννον καθελοῦσι ποιεῖν ὁμώνυμον καὶ πειθόμεθα.