Ancient Greek · ~3 min
Chapter 70
Libanius, Declamatio I 70
Not analysed yet
καὶ μὴν εἰ τὸ τῶν ἐπῶν κατηγορεῖν ἔν τι τῶν ἀδικημάτων, <ἦν> ἦν ἀν’ καὶ περὶ τούτου νόμος, ὥσπερ ἀμέλει καὶ περὶ τῶν ἄλλων ἀδικημάτων, οἷον ὁ μέν τις λέγει μὴ δω- ροδοκεῖν, ὁ δὲ μὴ τύπτειν, ὁ δὲ μὴ λωποδυτεῖν. καὶ τῶν ἄλλων ὅπως ἀπεχώμεθα, γέγραπται τιμωρία καθ’ ἑκάστων· ἀλλ’ οὐκ ἐὰν ἐπιλαμβάνηταί τις τῶν παλαιῶν ποιητῶν, ἀποθνησκέτω τῶν νόμων οὐδαμοῦ γέγραπται. ἀλλ’ οὐδὲ ἐν τοῖς ψηφίσμασιν ἐν οἷς ἐτιμῶντο ταύτην ἔλαβον τὴν δωρεὰν εὐφημεῖν ἅπαντας Ἀθηναίους περὶ τῶν ἐκείνοις γεγραμμένων ἀπάντων. τί τοίνυν ὁ κρινόμενος παραβὰς ἠδίκηκεν, εἰ μήτε ἐν νόμῳ κεκώλυται δεικνύναι τι τῶν Ἡσιόδου βλαβερὸν μήτε ψήφισμα θάνατον ἀπειλεῖ τῷ μή γε πανταχοῦ τὰ βέλτιστα τὸν Πίνδαρον εἰρηκέναι λέγοντι·