Ancient Greek · ~2 min
Chapter 73
Libanius, Declamatio I 73
Not analysed yet
καὶ Πεισίστρατος μὲν ὁ μάλιστα σπουδάσας περὶ τὴν Ὁμήρου ποίησιν οὐδένα τῶν πολι- τῶν ἀπέκτεινε λαβὼν ἔπους ἐπιλαμβανόμενον, εἰκὸς δὲ πολλὰ τοιαῦτα γεγονέναι τῶν Ὁμήρου συλλεγομένων· σὺ δ’ ἐν δημοκρατίᾳ ποιεῖς τυραννίδος χαλεπώτερα καὶ ταῦτα ἐπαινῶν τὸν Θησέα τοῦ τῆς ἀρχῆς ἣν εἶχεν ἀποστῆναι. ὅς οὐ διὰ τοῦτο τὴν ἐλευθερίαν τοῦ δή- μου πρὸ τῆς ἐξουσίας ἐποιήσατο τῆς αὑτοῦ, ἵνα Ἄνυτος καὶ Μέλητος κωλύωσι διαλέγεσθαι τὸν βουλόμενον Ἀθήνησιν, ἀλλ’ ἔνα παντὸς ἀπηλλαγμένοι δέους καὶ τὰς ψυχὰς ἀσκῶμεν μαθήμασι καὶ τὰ σώματα γυμνα- σίοις.