Ancient Greek · ~2 min
Chapter 74
Libanius, Declamatio I 74
Not analysed yet
καὶ διὰ τοῦτο καλὸν καὶ ἥδιστον αἱ Ἀθῆναι θέαμα καὶ πανταχόθεν |δεῦρο φοιτῶσι καὶ ναυσὶ καὶ πεζῇ καὶ οἱ μὲν κατέμειναν, οἱ δὲ μόλις ἀπῆλθον, οὐχ 11 ὅτι τραπέζαις νικῶμεν Σύβαριν οὐδ’ ὅτι πυρῶν ἡμῖν εὔφορος ἡ γῆ, τοὐναντίον γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς ἔξω τικτομένοις τρεφόμεθα, ἀλλ’ ὅτι λόγων ἐστὶν ἐργαστήριον ἡ πόλις. ὁ μὲν ἤρετο, ὁ δὲ ἀπεκρίνατο. τῷ μὲν ὑπῆρξε μαθεῖν, ὁ δὲ ἐδίδαξε. τὸν μὲν ἴδοις ἂν ἐπαινοῦντά τι τῶν τοῖς ἔμπροσθεν εἰρημένων, τὸν δὲ αἰτιώμενον, τὸν δὲ δόξαν οὐ καλὴν λύοντα.