Ancient Greek · ~1 min
Chapter 76
Libanius, Declamatio I 76
Not analysed yet
ὁ τοίνυν τὴν ἐν τῷ διαλέγεσθαι παρρησίαν ἀναιρῶν οὗτός ἐστιν ὁ τὰ τῆς δημοκρατίας καταλύων ἐπιχώρια καὶ καθάπερ σώματος ἐξορύττων ὀφθαλμοὺς ἢ τὴν γλῶτταν ἀπο- τέμνων. ὃν ἔγωγε ἡδέως ἂν ἐροίμην, εἰ καὶ τῶν δεί- πνων ἐξαιρεῖ τοὺς εἰωθότας λόγους. οὗτοι δέ εἰσι μνησθῆναι ποιητῶν, τοῦ μὲν ὡς εὖ λεχθέντος ἀγα- σθῆναι, τὸ δέ τι καὶ ἐπανορθῶσαι.