Ancient Greek · ~2 min
Chapter 77
Libanius, Declamatio I 77
Not analysed yet
εἰ μὲν οὖν κἀνταῦθα σιωπᾶν νομοθετεῖ κελεύων ἀφώνους ἐσθίειν καὶ πίνειν, ἀνδραποδώδη ποιεῖ τὰ συμπόσια τῶν ἐλευ- θέρων τῇ γαστρὶ μετρεῖν ἀναγκάζων τὰς συνουσίας, καὶ τίς ἂν ἔλθοι κληθεὶς ἐπὶ δεῖπνον οὐ μέλλων εὑρή- σεῖν τὴν χρησιμωτέραν ἡδονήν; εἰ δ’ ἐκείνων μὲν οὐκ ἀφαιρεῖται τὴν περὶ ταῦτα ἐξουσίαν, τὰς παλαίστρας δὲ τῶν λόγων ἀποστερεῖ, μᾶλλον δὲ εἰ τοῖς μὲν ἄλλοις πανταχοῦ δίδωσι λέγειν, Σωκράτει δὲ οὐδαμοῦ, πει- 19 σάτω τοὺς δικάζοντας ὑμᾶς ὅτι τὸ ἄνισον τοῦτο τῶν δικαίων ἐστί. |