Ancient Greek · ~11 min
Chapter 9
Libanius, Declamatio I 9.1
Not analysed yet
ταῦτα γὰρ δή- που καὶ ὁ Σόλων εἰδὼς καὶ νομίζων τῶν ἀγωνιουμέ- νων τοὺς μὲν ἐν φίλοις τοῖς δικάζουσι δώσειν λόγον, τοὺς δὲ ἐν χαλεπῶς ἔχουσιν, ἴνα μηδετέρωθεν κατα- βλάπτοιτο τὸ δίκαιον, ὅρκον ἔταξεν οὐκ ἐῶντα χάριν ἢ δυσμένειαν ἤ τινα πρόφασιν ἄλλην ἄδικον ἐνοχλῆ- σαι τῇ κρίσει. καὶ νῦν μισεῖ τις Σωκράτην, ἀλλ’ ὀμώ- μοκεν ἥκιστα ἐμπλήσειν τὸν αὑτοῦ θυμόν, ἀλλ’ οἱ θεοὶ πρὸς τὴν ψῆφον βλέπουσιν, ἣν ὁ θέμενος οὐ δικαίαν ὑποτέθεικεν ὀργῇ καὶ αὑτὸν καὶ παῖδας καὶ οἰκίαν καὶ γένος καὶ σμικρᾶς ἡδονῆς μεγάλην ὑπέσχε τὴν δίκην. 10. Μηδὲ τοῦτό τις ὁράτω μόνον, ὅτι Σωκράτην ἀπεκτονὼς ἔξεισιν ἀπηλλαγμένος τῆς τούτου παρρησίας, ἀλλὰ κἀκεῖνα προσενθυμείσθω, τίς αὑτὸν διαδέξεται δόξα καὶ τίνες ἐλπίδες. ἐν θεάτρῳ μὲν γὰρ κωμῳδίας ἀκροωμένους γελάσαι καὶ συνεπιθέσθαι τῷ κακῶς ἀκού- οντι καὶ χαρίζεσθαι τῷ ποιητῇ καλὰ μὲν οὐδ’ ἐκεῖνα, δόξαι δ’ ἂν οὐ παντάπασιν ἀλλότρια Διονυσίων εἶναι καὶ ὁ γέλως ἀκίνδυνος· ἐν δικαστηρίῳ δὲ ὁ τῷ διώ- κοντι δοὺς ἑαυτὸν καὶ πᾶν ἀληθὲς ἡγούμενος καὶ συν- ταράττων καὶ βασανίζων οὐδὲν καὶ πρὸς τὴν τοῦ κατη- γόρου μεθιστάμενος τάξιν ἀπὸ τῆς οἰκείας μείζω ζημι- ώσας αὑτὸν ἢ <ὃν> οἴεται κακῶς παθὼν μᾶλλον ἢ δε- δρακὼς ἄπεισιν. ὁ μὲν γὰρ οὐκ ἔχει τοῦ κινδύνου κοι- νωνοὺς τοὺς παῖδας, ὁ δὲ πᾶσιν ἐφεξῆς τοῖς αὑτοῦ τὴν συμφορὰν ἐπάγει. 11. Καὶ μὴν οὐδ’ ἐκεῖνό γε εὔλογον ὑπὲρ εὐσε- βείας δοκοῦντας ἀγανακτεῖν αὐτοὺς Ι ἀσεβοῦντας ἁλῶναι καὶ τῆς οὐδαμῶς δυναμένης ἐλεγχθῆναι πονη- ρίας οἰομένους δίκην λαμβάνειν αὐτοὺς ἐν τοῖς ὀφεί- λουσι τοῖς κρείττοσι δίκην γενέσθαι. 12. Περὶ μὲν οὖν τοῦ μὴ δεῖν, εἴ τις ὑμῶν ἀγα- νακτῶν ἐκ τῶν ἔμπροσθεν τούτῳ πρὸς ἐνίους γεγενη- μένων λόγων δεῦρ’ εἰσελήλυθε, τοῦτο ἀναμιγνύναι τῇ παρούσῃ κρίσει καὶ τοῦ δεῖν μεμνημένους τῶν θεῶν, οὓς ὀμωμοκότες ἥκετε, τήν τε ἀκρόασιν ἅπασαν ποιεῖ- σθαι καὶ τὴν διάγνωσιν ἐνῆν μὲν πλείω λέγειν, οἶμαι δὲ οὐδὲν δεῖσθαι τούς γε εὖ φρονοῦντας πλειόνων. 13. Ἤδη δὲ ὑμᾶς διδάξω, πόθεν ποτὲ Ἄνυτος ἐπέ- θετο Σωκράτει καὶ ὡς οὐκ ἐκ τῆς πρὸς ὑμᾶς εὐνοίας οὐδ’ αὖ φροντίζων τῆς τῶν ὑμετέρων παίδων ἐπιει- κείας, ἀλλ’ ἑτέρωθεν. διορίσασθαι δέ, ὦ Ἀθηναῖοι, καὶ αὐτὸς ὥσπερ καὶ οὗτος βούλομαι. ἐἀν <δ᾿> ἐπιδείξω Σω- κράτην οὐδενὶ πώποτε διδάσκαλον γενόμενον οὔτ᾿ ἀδί- κου κλοπῆς οὔτε ἀπάτης οὔτε ἱεροσυλίας οὔτε ἐπιορ- κίας οὔτ’ ἀργίας οὔθ’ ὑπεροψίας τῶν νόμων οὔτε δήμου καταλύσεως, ἀπάσης δὲ σωφροσύνης καὶ δικαιο- σύνης ἡγεμόνα καὶ πάντων ὑμῖν εὐνούστατον καὶ γεγενημένον καὶ ὄντα, πείσατε Ἄνυτον ἐγκαλύψασθαι. 14. Σκοπεῖτε δέ. Σωκράτης ὦ ἄνδρες, γενόμενος ἐκ πατρὸς Ἀθηναίου καὶ τραφεὶς ἐν τοῖς ἡμετέροις νόμοις λογισμὸν ἔλαβε μείζω μὲν ἴσως τῆς οἰκίας τῆς ἑαυτοῦ, πρέποντα δὲ τῇ πόλει καὶ τῷ τῆς πόλεως γνωρίσματι. καὶ διήνεγκε τῶν πολλῶν, ὁμολογῶ, οὐκ ἐξενεχθεὶς ἐπὶ τὰ χείρω καὶ βουληθεὶς γενέσθαι κά- κιστος, ὧς οὗτοί φασιν, ἀλλὰ τῷ μάλιστα δὴ τῶν μνημονευομένων ἀρετῆς ὀρεχθῆναι καὶ νομίζειν ζηλω- τὸν τὸ κτῆμα.