Ancient Greek · ~2 min
Chapter 8
Libanius, Declamatio I 8
Not analysed yet
ἔπειτα, εἰ καὶ τὰ μάλιστα δυσχερῶς εἴχετε πρὸς αὐτὸν ἅπαντες καὶ κοινὸς ἦν τοῦ δικαστηρίου πολέμιος, οὐκ ἂν ἦν ἐνταῦθα τῇ δυσμενείᾳ χαρίσασθαι. καὶ γάρ, ὦ ἄνδρες, τὸ χωρίον οὐκ ἔχθρας ἐστὶν ἢ χάριτος οὐδὲ συνέρχεσθε ἐνταῦθα τὸν ἑτέρωθι λυπή- σαντα ἀμυνούμενοι ἢ <τῶ> πρότερον εὖ πεποιηκότι χάριν ἀποδώσοντες, ἀλλ’ ἀπὸ τῶν πραγμάτων, ἐφ’ οἶς ἡ κρίσις, ἢ σώσοντες ἢ κολάσοντες.