Ancient Greek · ~3 min
Chapter 15
Libanius, Declamatio I 15
Not analysed yet
τὸ μὲν γὰρ ἐν βαναυσίᾳ δι- ἄγειν ἢ γῆν ἐργάζεσθαι ἢ πελάγη περᾶν ὑπὲρ χρημά- τῶν ἢ τὰ ἀπὸ τῶν μετάλλων ζητεῖν ἢ μνηστεύειν ἀρχὰς ἢ τὴν ἐπὶ τοὺς ἰδιώτας ῥητορείαν συλλέγειν καὶ διὰ ταύτης τῆς μελέτης καρποῦσθαι τοὺς ἀπράγμονας ταῦτα ᾔδει μὲν τοῖς μετιοῦσι καὶ δυνάμεις καὶ τὰς θαυμαζομένας ὑπὸ τῶν πολλῶν ὠφελείας φέροντα καὶ φοβεροὺς ποιοῦντα τοῖς ἐν ταῖς εὐπορίαις, οὐ μὴν ἐδυνήθη Σωκράτης τούτων οὐδὲν οὔτε μέγα οὔτε εὔδαιμον ἡγήσασθαι, νομίσας δὲ πάντων εἶναι κτημά- των ἀνθρώπῳ θειότατον τὴν ψυχὴν καὶ τὸν ταύτην καθαρὰν κακίας παρεχόμενον τοῦτον εἶναι τὸν ὡς ἀλη- θῶς εὐδαίμονα, δύνασθαι δὲ κακίας ψυχὴν ἐλευθεροῦν φιλοσοφίαν καὶ τοῦτο αὐτῇ μέγιστον ἐξευρῆσθαι φάρ- μακον, ἀφ’ ὧν μὲν ἦν τρυφᾶν καὶ δύνασθαι, ταῦτα ἑτέροις ἀφῆκε, δι’ ὧν δὲ ἦν μηδὲν τῷ σώματι χαρι- ζόμενον πάντα τρόπον τὴν ψυχὴν ἀμείνω ποιεῖν, ἐπὶ ταῦτα ἧκε.