Ancient Greek · ~2 min
I.
Libanius, Declamatio I I.
Not analysed yet
οὐδ’ εἰ πλείους, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν νυνὶ τούτων αἰτιῶν ἐπάγοι τις Σωκράτει πείθων ὑμᾶς ὡς ἀνάγκη κακῶς οἰκεῖσθαι τὴν πόλιν μὴ τούτου δόντος δίκην, οὐκ ἄν μοι δοκῶ τὸ μὴ οὐ φίλος αὐτῷ καὶ γεγονέναι καὶ πάντα χρῆσθαι τὸν χρόνον ἐν ὑμῖν ἀρνήσασθαι. οὔτε γὰρ ἧς ἐφ’ ἑκάστου καὶ λόγου καὶ ἔργου δικαιοσύνης αὐτῷ σύνοιδα τὴν τῶν ἀδίκως ἐπ’ αὐτὸν συνεστηκότων βλασφημίαν καλῶς <ἂν> εἵχεν ἰσχυροτέραν ἡγήσασθαι πολλῆς τ’ ἂν ἦν κακίας ᾧ συνῆν τε πρότερον καὶ περὶ τῶν ἐμαυτοῦ σύμβουλον ἐποιούμην, τοῦτον, ἐπειδὴ πάσχει κακῶς, ἐγκαταλείπειν.