Ancient Greek · ~6 min
Chapter 2
Libanius, Declamatio I 2
Not analysed yet
οὕτω δὲ ἔχοντα γνώμης πρέποι μὲν ἂν καὶ συν- εύχεσθαι Σωκράτει καὶ τοὺς θεούς, οἱ κάλλιστα τὸν τοῦδε βίον ἐπίστανται, καλεῖν ἐπὶ τὸν παρόντα ἀγῶνα, δεῖ δὲ ἴσως καὶ λόγῳ βοηθοῦντα φαίνεσθαι καὶ μηδὲν ἀφ’ ὧν ἂν δόξαιμι τὰ δίκαια ποιεῖν παρελθεῖν. καὶ γὰρ ἂν εἴη δεινὸν ἐπὶ μὲν Μελήτῳ καὶ ταῖς παρ’ ἐκεί- νου λοιδορίαις Ἄνυτον ἀναβῆναι λόγον κακοήθη τε καὶ μακρὸν κομίζοντα καὶ πάλιν ἐπὶ τούτῳ Λύκωνα μηδεμιᾶς ἀποσχέσθαι τέχνης, ὅπως εἶς ὑμῶν ἀποθάνῃ, ἡμᾶς δέ, οὓς λυπεῖν ὡμολόγηκεν Ἄνυτος τοῖς κατὰ Σωκράτους λόγοις, ἀφώνους |ὡς οὐκ ἀνιωμέ- νους ἑστάναι καὶ γενέσθαι χείρονας τῆς τῶν κατη- γόρων ἐλπίδος, ἄλλως θ’ ὅτε ἐν τῷ τὰ προσήκοντα τῇ φιλίᾳ πληροῦν καὶ <τὸ> τοὺς δικάζοντας ὑμᾶς ἐξε- λέσθαι τῆς ἐπιορκίας ἔνεστιν. ὁ γὰρ τὴν τῶν ἐπηρεα- ζόντων ἀπάτην οὐκ ἐῶν ἰσχύσαι φύλακας ἀκριβεῖς ποιεῖ τοὺς ψηφιζομένους τῶν ὅρκων. ὥστε οὐ τῷ φεύ- γοντι συνηγορήσων μᾶλλον ἀνέβην ἢ τῶν ὑμῖν συμ- φερόντων ποιησόμενος πρόνοιαν. 3. Σωκράτει μὲν οὖν, ὦ ἄνδρες, βραχὺς τοῦ θανά- του λόγος, οὔτε γὰρ ἐν οἷς ἀεὶ ζητῶν διετέλει τοῦ ζῆν τὸ τεθνάναι χαλεπώτερον εὗρε τόν τε κεκρατηκότα τῶν ἡδονῶν, ὧν ἕνεκα ζῆν ἐπιθυμοῦσιν οἱ πολλοί, καὶ τὴν ἐνθένδε μετανάστασιν ἀνάγκη ῥᾳδίως φέρειν· ἔτι δὲ οἶς οὐκ ὀλίγοι τῶν φανερῶς ἀδικούντων, τῷ τε παρ’ ὑμῶν ἐλέῳ καὶ δάκρυσι τοῖς αὑτῶν καὶ παίδων ἱκετείαις, εὕραντο σωτηρίαν, τοσοῦτον ἀπέσχε διὰ τού- των αὑτὸν ἐξαιτήσασθαι, ὥστ’ ἤδη τινὰς ὑμῶν ᾐσθό- μὴν τραχύτερον ἐσχηκότας πρὸς αὐτὸν τῷ μηδενὶ τού- των ἀξιῶσαι χρήσασθαι.