Ancient Greek · ~3 min
Letter 105
Libanius, Epistulae 1-839 105
Not analysed yet
Οὐ φεύγω φίλους ἐν ταῖς ταραχαῖς, ὃ ποιεῖν εἰώθασιν οἱ πολλοί, πολλοῖς δέ γε καὶ μὴ φίλοις παρέστην θορυβου- μένοις, ὥστε μοι τοῦτο γενέσθαι φιλίας ἀρχὴν πρὸς αὐτούς. Πιέριος δὲ πάλαι τέ μοι συνήθης καὶ νῦν ἐν σπουδῇ, κἂν πλείους αἰτίας λάβῃ. τῶν γὰρ ἑτοίμως διαβαλλόντων πιστό- τερον ἡγοῦμαι τὸν παρελθόντα χρόνον, ἐν ᾧ πολλῷ γεγονότι μᾶλλον ἐφάνη δόξης ἢ χρημάτων ἐπιθυμῶν. εἰ μὲν οὖν ὅστις ᾐτιάθη καὶ ἐξελήλεγκται, πονηρὸς μὲν οὗτος, φεύγει γάρ, πονηρὸς δὲ ἐγὼ φεύγοντι βοηθῶν· εἰ δὲ ἤδη τις καὶ φεύγων ἀπέφυγε καὶ διώκων ἐκολάσθη, δεινὸν οὐδὲν τοῖς ἐν αἰτίαις συλλαμβάνειν τοὺς φίλους· ὡς ἐν δικασταῖς δικαίοις ἕξουσιν ἀνελεῖν τὰς αἰτίας. σὺ δὲ κἂν συνεύξαιο τοῖς ἐν ἀρχαῖς ἐξητασμένοις φανῆναι χρηστούς, ὅπως εἶναι δοκῆς ἀγαθῶν ἀμείνων, οὗ τοὐναντίον οἱ κακοὶ σπεύδουσι νομίζον- τες ἐν ταῖς ἑτέρων αἰσχύναις αὑτοὺς συσκιάσειν.