Ancient Greek · ~2 min
Letter 104
Libanius, Epistulae 1-839 104
Not analysed yet
Τοῦ συλλόγου μετέχων, ὃς ὑπὲρ μεγίστων ἤθροιστο πρός τινα τῶν ἡμῖν ἐπιτηδείων, εἶναι μέν σοι παρ’ ἡμῖν ἀδελφι- δοῦν ἔφασκες καὶ γράψαι γε ἐθέλειν ἐκείνῳ τε καὶ ἐμοὶ περὶ αὐτοῦ, πεποίηκας δὲ οὐδέτερον. ἀλλ’ ἡμεῖς γράφομέν τε καὶ πέμπομεν τὸν παιδαγωγόν, ὃς οὐκ ἐᾷ γράφειν μακρά. ὃν γάρ, εἰ καὶ πολλὰ τὸν νέον ἐπῄνουν, ἠρώτας ἄν, εἰ ταῦτα ἀληθῆ, τούτῳ βέλτιον ἀφεῖναι τὸν ὑπὲρ τούτων λόγον.