Ancient Greek · ~3 min
Letter 107
Libanius, Epistulae 1-839 107
Not analysed yet
Τὸ τῆς Ἀμαλθείας ὑμῖν ἀφῖκται κέρας, Εὐθήριος ὁ πάντα ἀγαθός. ἃ γὰρ σὺ τὴν Ἀρμενίαν, εἴπερ ἦρχες, ἐποίη- σὰς ἄν, ταῦτα χρὴ προσδοκᾶν εἰς αὐτὴν ἔσεσθαι καὶ παρὰ τοῦδε, ἐν ᾧ λόγοι τε ῥητορικοὶ καὶ πρᾳότης ἤθους καὶ δι- καιοσύνης ἄσκησις καὶ δόξης ἐπιθυμία, δι’ ἅ μοι δοκεῖ καὶ βασιλεὺς ἐπιστῆσαι πόλεσιν ἃς οἰκεῖσθαι καλῶς τῆς βασιλείας ἐστὶν ἀσφάλεια. ἐρομένῳ δέ με, τί κάλλιστον ἐπὶ τῆς ὑμε- τέρας ὄψεται, Φιλάγριον ἔφην καὶ διῆλθον ἃ σύνοιδά σοι, μᾶλλον δέ, ὧν σύνοιδά σοι μικρά· τὸ γὰρ ἅπαντα πολὺ μὲν ἔργον, πολλοῦ δὲ χρόνου. καὶ σὺ μέντοι τὸ κάλλιστον ὁρᾶν νόμιζε τῆς Μεγάλης πόλεως. καὶ γὰρ εἰ οὗτος σεμνύνειν αὐ- τὴν ἐθέλων πολλῶν εἶναί φησι δεύτερος, μὴ λανθανέτω σε πλούτῳ μὲν πολλῶν ἡττώμενος, κάλλει δὲ ψυχῆς ἔχων κρατεῖν.