Ancient Greek
Letter 108
Libanius, Epistulae 1-839 108
Not analysed yet
Εὐδαίμων ὅσου μὲν Ἑλλήνων παισὶν ἄξιος, ὅπως δὲ ἡμῖν φίλος, ὅτι δὲ τοῖς σοῖς ἀγαθοῖς χαίρων, οἶσθά τε καὶ πρὸς ἄλλον εἴποις ἄν. οὕτω δὲ ἔχων εὔδηλον ὡς κἂν εὖ ποιήσαις τὸν ἄνδρα ἡδέως. ῥᾳστώνη δέ σοι τοῦ πράγματος εἰς Αἴγυπτον ἐλθόντι. ἔστι μὲν γὰρ αὐτῷ πατήρ τε γέρων ἐν Πηλουσίῳ καὶ γένος εὐγενείᾳ μὲν οὐδενὸς ὕστερον, χρήματα δὲ αὐτοῖς δι’ ἐπιείκειαν οὐ πολλά. τούτους ἂν ἰδεῖν ἐθε- λήσῃς, καλεῖν κελεύσας τοὺς Εὐδαίμονος οἰκείους ἐκείνοις τε ἀρκέσεις καὶ ἡμῖν· ἡμῖν μὲν τετιμημένοις, ἐκείνοις δὲ <ἰσχυ- ρὸν> πρὸς ἀσφάλειαν ἔχουσι τὸ σὲ μὴ παρελθεῖν σιωπῇ. καὶ γὰρ εἴ τινων νῦν πειρῶνται χαλεπωτέρων, ὄψονται τούτους, ἐπειδὰν σὺ ποιήσης ἐκεῖνο, μετρίους. εἶχον πλείω λέγειν, σὺ δὲ οὐκ ἐᾷς. οὗ γὰρ δεῖ βοηθῆσαι τοῖς Μουσῶν ἑταίροις οἷος Εὐδαίμων, οὐκ οἷσθα μέλλειν.