Ancient Greek · ~5 min
Letter 110
Libanius, Epistulae 1-839 110
Not analysed yet
Οὔτε μὴ σὺ παραχθῇς φοβούμενος οὔτε μὴ φανῇ πο- νηρὸς Εὐπείθιος, ἔδωκα τὴν ἐπιστολὴν ὡς ἄν τις ἢ παραινῶν σοι προσέχειν τὸν νοῦν ἢ δεόμενος ἁλόντα ἀφεῖναι. ἀλλ’ ὃ πέπονθα πρὸς τὰ τοιαῦτα φράσω. ἐπειδὰν αἴσθωμαι συκο- φάντην ἄνθρωπον ἐπιεικεῖ προσπεσόντα καθάπερ χειμάρρουν, ἀλγῶ τὴν ψυχὴν καί που δακρύω καὶ συμπράττειν ὅ τι ἂν δύνωμαι προθυμοῦμαι. δύναμαι δὲ ἐπιστέλλειν, ᾧ καὶ νῦν χρῶμαι. καὶ λέγω πρὸς ἄρχοντα ἀγαθόν, ὅτι Μητρόδωρον εἴρωνα κρίνων ἴσως δικαίως προσέρριψεν Εὐπείθιος οὐ δι- καίως αὐτῷ θυμῷ πρὸς τὴν αἰτίαν ἐνεχθείς, οὐκ ἐλέγχων ἐλ- πίδι. τεκμήριον δέ· τῶν γάρ, οἶμαι, πρὸς ἐκεῖνον ἐξητασμέ- νων ἤδη καὶ τῆς πρὸς τοῦτον ἐπιγενομένης ὀργῆς ἀνεμνήσθη ποτὲ καὶ προσέθηκε πρᾶγμα οὕτω πολὺ καὶ πρῶτον ἄν, εἰ μὴ πλάσμα ἦν, ἐν ἐγκλήμασι φανέν. ἀλλὰ τούτων μὲν ὁ διώ- κων δώσει δίκην, ὁ δὲ φεύγων ἔσται σῶς, οἶδα γάρ, τοῦ δὲ ἄγοντος ἀμφοτέρους ἀεί ποτε τὸν τρόπον ἐπαινέσας οὐδ’ ἂν εἰπεῖν, ὅπως νῦν ἠγάσθην, ἔχοιμι. ὥσπερ γὰρ οὐ παρα- δώσων τοὺς ἀγομένους, ἀλλ’ αὐτὸς ὑφέξων λόγον προσελθὼν ἐδεῖτό μου προσγράψαι τι περὶ αὑτοῦ βέλτιον, ὅπως, ἔφη, θαρροίην. καὶ τί γάρ, ἠρόμην, τὸ ταράττον; οὐδέν, ἔφη, μέγα δὲ ὅμως ἥμερόν μοι παρασκευασθῆναι τὸ ὄμμα τοῦ γενναίου Μοδέστου. τοῦτο ἔπεισεν Εὐσε- βίου με μνησθῆναι, πείσει δέ, οἶμαι, καὶ σὲ πρᾴως ἰδεῖν ἄν- δρᾶ ἀφελῶς διακείμενον.