Ancient Greek · ~4 min
Letter 12
Libanius, Epistulae 1-839 12
Not analysed yet
Οὐκ οἶσθα, ὦ φίλε Ἑόρτιε, τῶν προσβαλόντων μοι vo- σημάτων οὔτε τὸ πλῆθος οὔτε τὸ μέγεθος οὔτ’ ἐφ’ ὅσον προῆλθε τοῦ χρόνου. οὐ γὰρ ἄν ποτε ὑπερβὰς τὸ συναλγεῖν ἐμέμφου νῦν δὲ ἡ ἄγνοια πανταχοῦ τοῖς ἀνθρώποις βλαβε- ρὸν καὶ δὴ καὶ σὲ κατηγορεῖν ἐπῆρεν ἀντὶ τοῦ παραμυθεῖ- σθαι. ἐγὼ δέ σοι οὐκ ἐγκαλῶ τὸ τὰς δυσκολίας ἡμῶν ἀγνοεῖν. καίτοι φαίη τις ἂν τῶν ὥσπερ σὺ ῥᾳδίως ἐπιτιμώντων, ὡς ἀγνοεῖς μὲν τῷ μὴ πυνθάνεσθαι, οὐ πυνθάνῃ δὲ τῷ μισεῖν, καὶ οὕτως ἂν ὑπεροψίαν προφέρων αὐτὸς ἐνέχοιο μείζοσιν ἐγὼ δὲ τοῦτο οὐ ποιήσω φιλίαν ἰσχυρὰν ὑβρίζειν οὐκ ἀξιῶν συκοφαντίᾳ. ἀλλ’ ὅταν τι γένηται τοιοῦτον, ζητήσας αἰτίαν τοῖς πράγμασιν ἐπιεικεστέραν οὕτω πρὸς ἐμαυτὸν ὑπὲρ ἐκεί- νων ἀπολογοῦμαι. σὺ δὲ οὐκ ἐν καφῶ ῥητορεύεις ἄλλους εἶναι λέγων τοὺς αἰτιωμένους, οὓς αὐτὸς ἀνέπλασας διὰ τῆς ἐπιστολῆς. ἐπεὶ τί παθὼν οὐκ ἐπεστόμιζες ἀλλ’ ἐπείθου; ὑπεροψίας δὲ μνησθείς, ει’ μὴ δώσεις δίκην, Ἡρακλεῖ χάριν ἔχειν ἀλεξικάκῳ. ἐγὼ δὲ ἤδη πόλιν ὅλην τοῦτο φθεγξαμένην τετιμώρημαι λόγῳ.