Ancient Greek · ~2 min
Letter 11
Libanius, Epistulae 1-839 11
Not analysed yet
Τῆς Παλαιστίνης ἄρχων οὐκ ἠμέλεις τοῦ γράφειν· νῦν πολλῶν ἄρχων ἐθνῶν ἐπελάθου τοῦ γράφειν. καὶ μακρὰν μὲν ὢν ἐμνημόνευσας τῶν φίλων, ἐγγὺς δὲ καταστὰς ἀμνημονεῖς. τίς ποτε οὖν ἔσῃ προσλαβὼν ἐξουσίαν καὶ τοὺς γνωρίμους ὁρῶν; ἡ δῆλον ὡς καὶ τὸ καταμελεῖν ἐπιθήσεις, εἴπερ κατὰ λόγον τῶν γεγενημένων <ἡ> ῥᾳθυμία χωροίη; ἀlλ’ ὅμως ἡμεῖς βουλοίμεθ’ ἄν σε τιμιώτερον ἰδεῖν, εἰ καὶ μαστιγώσαις λαβών.