Ancient Greek · ~3 min
Letter 121
Libanius, Epistulae 1-839 121
Not analysed yet
Ἐψεύσω μέν, ἀλλ’ ὁ παῖς σοι τῷ ψεύδει γεγένηται βελ- τίων, τῷ δὲ τοιούτῳ ψεύδει κἀν τῇ Πλάτωνος πόλει χώραν ὁρῶμεν οὖσαν. ἐγὼ δὲ Τιτιανὸν ἀεὶ μὲν ἰδεῖν ἐπόθουν, εἷναι δὲ ἐν φαυλοτέροις ὄντα παρὰ τῷ πατρὶ καὶ τοῖς ἐκείνου λόγοις οὐδεπώποτε ἐπείσθην, οὐδὲ γάρ, εἰ. Μαχάων ἦν παρὰ τῷ πατρί. χρυσῆν δὲ εἰ φαίην γεγονέναι τοῦ νεανίσκου τὴν ψυχὴν τοσαῦτα κάλλη δεξαμένην, τιμήσαιμ’ ἂν τὸν χρυ- σὸν αὐτὸν καί, εἰ βούλει γε, τὸν Κολοφώνιον. ἐνθυμοῦ- μαι δέ, τίς ἂν ἦν ἡ συλλογὴ τοῦ θέρους ὑμῖν αὔρας ἔχον- τος, ὁπότε ἐν τοσούτῳ πνίγει τοσαῦτα ἤθροισται, ἃ σοῦ τε κα- ταλέγοντος οὐκ ἠπίστουν εὗρόν τε κάλλιον ἐν τῷ τόκῳ τῶν λόγων, οὓς Τιτιανὸς μὲν τίκτει γενναίους, ἔσονται δὲ οἱ κα- λέσοντες κακοὺς οὐκ ὀλίγοι μὲν ἀμαθίᾳ, πλείους δέ, οἶμαι, φθόνῳ.