Ancient Greek · ~4 min
Letter 125
Libanius, Epistulae 1-839 125
Not analysed yet
Ἐγώ σε τὸ μὲν πρῶτον ἀκούων πρὸς αὐτὸν ἥκειν τὸν Ἴστρον, οὗ βασιλεὺς τὰ ὅπλα δείξας ἐστόρεσε τὸ φρόνημα τῶν Σκυθῶν, οὐκ ἐπέστελλον, οὐ γὰρ ἦν ὁ κομιῶν ἐκεῖσε. εἶθ’ ἡμῖν ὁμοῦ πρός τε τὴν Μεγάλην ἐπανήκειν ἠγγέλλου πόλιν καὶ τὴν ἀρχὴν ἔχειν τὴν οὐκέτι μικράν, ἐπειδήπερ αὐτὴν ἔχεις. ἴσως μὲν γὰρ τὸν Ἀχιλλέα κοσμεῖ ἡ πανοπλία καὶ τῆς Ἡφαί- στου δεῖ τέχνης, εὖ δὲ ἴσθι, ὅτι κἂν τὰ φαυλότερα θέμενος ὁ τῆς Θέτιδος υἱὸς αὐτὸς μὲν οὐκ ἂν ἔδοξε χείρων, ἐκεῖνα δ’ ἂν ἔδειξε καλλίω. μαθόντες οὖν, εἰς ὃ κατέστης, ἀεί σε προσελαύνειν ἡγούμεθα καὶ μικρὸν ἀπέχειν τῆς θέας καὶ γραμ- μάτων οὐ δεῖν, ἐπεὶ δὲ μέλλεις, πάλιν ἡμᾶς ἐπὶ τὸ γράφειν ἄγεις. αὐτὸς δὲ ἡμῖν ἢ φάνηθι, πρὸς Δῖός, ἢ μένων, ὡς ἐπ’ ἀμείνοσι διατρίβεις, μήνυε καὶ τὸν Πωλιανὸν τῶν τε ἄλ- λων εἵνεκα καὶ τῆς ἐπιστολῆς φίλει.