Ancient Greek · ~3 min
Letter 129
Libanius, Epistulae 1-839 129
Not analysed yet
Τίς οὗτος ὁ φόβος; καὶ πόθεν τὸ οἴεσθαί σοι τὸν υἱὸν τοῦ χείρονος ἔσεσθαι λόγου καὶ ταῦτα τῶν τε ἄλλων αὐτὸν ἐπαινούντων καὶ Εὐμαθίου τοῦ φενακίζειν οὐκ εἰδότος καὶ ἐμοῦ τοῦ τἀληθῆ τιμῶντος; ὡς ἔγωγε οὐδεπώποτε πρὸς πα- τέρας περὶ παίδων ἀμβλυτέρων εἶπον, ὡς εἶεν ὀξεῖς, ἀλλ’ οὐδὲ περὶ τῶν ἐγρηγορότων εἴποιμ’ ἄν, ὥς εἰσι νωθροί. σοὶ δ’ εἰ παῖς ἐστι διδούς τι περὶ αὑτοῦ βέλτιον εἰπεῖν, μὴ διαπίστει μηδέ γε εὔφραινε τοὺς συκοφάντας ἐν τῷ προσέχειν οἷς λέ- γουσιν. ἂν γὰρ ὅτι σε μὴ πείθουσι, μάθωσι, λήξουσι τῶν ψευδῶν. τὸν Ἀνατόλιον οὐ σὺ μᾶλλον ἡ ἐγὼ βουλοίμην ἂν γενέσθαι ῥήτορα τῶν δεξιῶν· παρ’ ἐμοῦ γάρ, οὐχὶ σοῦ ταῦτα ἀπαιτοῦσιν Ἀρμένιοι.