Ancient Greek · ~1 min
Letter 131
Libanius, Epistulae 1-839 131
Not analysed yet
Χρόνιον ἰδὼν τὸν Δοσίθεον καὶ ὠχριῶντα ἠρόμην εἰ νόσῳ γένοιτο τοιοῦτος. ἔπειτ’ ἤκουον, ὡς ἐκείνῃ μὲν οὔ, συν- ἑλεία δὲ ἔργου. γράφειν γὰρ ἔφασκε καθείρξας αὑτόν. ἐΜ νόν τε οὖν ἐπῄνεσα καὶ σοὶ συνήσθην, ὅτι σοι μηδὲ ὁ οἰκέ- της ἀργός. πυνθάνου δὴ καὶ περὶ τῶν υἱέων, ψεῦδος δ’ οὐκ ἐρέει.