Ancient Greek · ~4 min
Letter 132
Libanius, Epistulae 1-839 132
Not analysed yet
Εὐδαίμων ὁ Αἰγύπτιος ὁ παρ’ ὑμῖν μὲν οἰκῶν, παντα- χῆ δὲ τὴν δόξαν ἀπεσταλκὼς οὐ μᾶλλον Αἴγυπτον ἢ τὴν ὑμε- τέραν κοσμεῖ. τὸ μὲν γὰρ τὰ τῶν ποιητῶν ἐπίστασθαι καὶ γε- νέσθαι ποιητὴν ἐκεῖθεν αὐτῷ, τὸ δὲ τὰ τῶν ῥητόρων εἰδέναι καὶ γενέσθαι ῥήτορα παρ’ ὑμῶν αὐτῷ. τοῦτόν τε οὖν ἀνάγ- κη τὴν παιδεύουσαν φιλεῖν ὑμᾶς τε εἰκὸς ᾧ δεδώκατε τοὺς λόγους καὶ τὰ ἄλλα συμπονεῖν. οἶμαι δὲ πρὸς σὲ γράφων πρὸς ὅλην ἐπιστέλλειν τὴν πόλιν. σὺ γὰρ αὐτὴν εὖ ποιῶν ἀνέχεις, ἡ δὲ οὔτε ἀγνοεῖ τοῦτο καὶ ὁμολογεῖ σὺν ἡδονῇ. δότω τοί- νυν ἡ πόλις διὰ σοῦ χάριν Εὐδαίμονι. τίς δὲ αὕτη; τιμᾷ τὸν παιδευτὴν ἡμῖν ὁ βασιλεὺς τῇ βασιλικῇ τροφῆ. ταύτην δὲ ἡμῖν ἀργυρίου βουλόμενοι γενέσθαι πρὸς ὑμᾶς εἴδομεν ἐνθυ- μηθέντες, ὡς ἡ πρᾶσις δεῖται τῆς Εὐτοκίου φιλοτιμίας. ἀκο- λούθει δὴ σαυτῷ καὶ πρᾶττε τὴν ταχίστην, ὅπως ἡμῖν ἕξει καλῶς, καὶ προσδέχου παρ’ ἀνδρὸς εἰδότος λέγειν ἔπαινον ἀντὶ τῶν χρημάτων.