Ancient Greek · ~1 min
138.1 to 138.3
Libanius, Epistulae 1-839 138.1-3
Not analysed yet
ἔχει τοίνυν ὡδὶ τὸ πρᾶγμα· Ἑρμογένης οὐχ ὡς ἄν τις ἄγριος ἐκκέκλεικε τὰς θύρας, ἀλλ’ ὑπ’ ἀργίας. τούτῳ καὶ πρὸς ἡμᾶς ὕστερον ἐχρῆτο, τὰ πρῶτα δὲ συνῆμεν. Δίδωμι δὴ τοῖς ἐπὶ τὴν πρεσβείαν καταστᾶσι τὸ βιβλίον, οἷς ἦν ἀπὸ τοῦ πρεσβεύειν εἴσοδος. Ἔνθα οὐδὲν ἔλαττον ἴσχες ὧν νομίζεις πλὴν ἢ τὸ τοῖς χείροσιν ἴσον σχεῖν.