Ancient Greek · ~3 min
Letter 138
Libanius, Epistulae 1-839 138.4
Not analysed yet
Λαμβάνει δὴ παρὰ τοῦ παιδὸς ἑαυτοῦ τὰς ἐπιστολὰς Ἀρ- γύριος καὶ φάσκων ἔχειν, ἐπειδὴ δοῦναι χρῆν, ἐζήτει μέν, δοῦναι δὲ οὐκ εἶχεν, ἀλλὰ κατηγόρουν δοῦλοι δούλων τε καὶ ἐλευθέρων καὶ αὖθις ἐλεύθεροι δούλων τε καὶ ἀλλήλων, καὶ κραυγὴ καὶ θόρυβος, τὰ γράμματα δὲ οὐδαμοῦ. Πῶς, οἴει, τὴν ψυχὴν ἐδήχθην; οὐ μὴν ἠξίωσά γε συγ- γνώμην αἰτεῖν μένοντος τοῦ τραύματος, ἀλλ’ ἐπὶ τὴν ἴασιν ὁρ- μήσας ἐχρησάμην Ἑρμογένους τῇ χειρί. μετὰ τὴν ἀρχὴν καὶ ταύτα. Σὺ δὲ οὗ μὲν ἔπεμψας μέλιτος ἡδίω τὸν καρπὸν τῶν φοι- νίκων ἔπεμψας, ὃν ἰδὼν μὲν κατεφρόνησα, φαγὼν δὲ ἐθαύ- μασα, τούτου δὲ τοῦ καρποῦ πάλιν ἡδίους ἀπέσταλκας τοὺς παρὰ Κέλσου λόγους.