Ancient Greek · ~4 min
Letter 137
Libanius, Epistulae 1-839 137
Not analysed yet
Οὐ τὸ ἐπιστεῖλαι συγγνώμης ἄξιον, ἀλλ’ εἰ μὴ τοῦτο ἐποίεις, τότ’ ἂν εἰκότως ᾐτοῦ συγγνώμην. οὐ γὰρ ὅπως σι- γῴης, οὔτε σὺ περὶ τοὺς λόγους ἐπόνεις οὔτ’ ἐγὼ περὶ σέ, ἀλλ’ αἱ τοῦ λέξειν ἐλπίδες ἔπειθον ἐκεῖνα φέρειν. ἔν τε οὖν τοῖς ἄλλοις χρῶ τῷ κτήματι καὶ ἐπιστέλλων. καλῶς γὰρ αὐτὸ ποιεῖς καὶ ἔτι ποιήσεις κάλλιον, ἢν μὴ παύσῃ ποιῶν. ἔοικας δέ μοι βεβαιοῦν τὸν λόγον, ὃν πολλάκις ἔφην, ὡς ἐμὸς σὺ παῖς, οὐχὶ μαθητὴς μόνον. τοῦ γοῦν Σόλωνος ἀκού- εις καὶ τρέφεις τὸν πατέρα διδασκαλείων ἀπαλλαγείς. ἀλλά μοι καὶ τοῦτο χάρισαι· δράμε παρ’ ἡμᾶς, οὐχ ὡς διατρίψων, ἀλλ’ ὡς ὅσον ἂν συγγένῃ χαριούμενος, ἅμα δὲ καὶ τῶν πραγ- μάτων, εἴ τι δέοιτο τῆς ἀρχῆς, ἐπανορθώσεις. Βάκχιον δὲ φίλον ἡγούμενος οὐ κακῶς φρονεῖς. ἧκε οὖν διὰ τοῦτον τὸν φίλον, καὶ ἔτι γε δι’ ἄλλον φίλον. οὐ γὰρ ἂν βουλοίμην Εὐα- γόραν ἐν τοῖς ἐρωτικοῖς εἶναί σου κρείττονα, εἴ γε ὁ μὲν πατρὸς διαφυγὼν χεῖρας ἐκ Κιλικίας ἀφῖκται σὲ ζητῶν σὺ δὲ ὢν ἐλεύθερος ἐκ Βερροίας οὐ κινήσῃ.