Ancient Greek · ~2 min
Letter 139
Libanius, Epistulae 1-839 139
Not analysed yet
Ἀλλ’ εἰ τὴν μίαν ἐπιστολὴν φάσκεις πολλάς, οὐ ταύτην γε ἔλαβον μόνην, χρηστὸς δὲ εἶ ψευδόμενος· ὁμολογεῖς γὰρ ὃ πεποιηκέναι χρῆν. ἡμεῖς δὲ νῦν μᾶλλον ἐπιμελούμεθα τοῦ παιδίου νομίζοντες δεῖν καὶ τὸ σὸν εἰσφέρειν αὐτῷ. καὶ ἔστι τῆς συμμορίας ὁ κράτιστος, ἴσως μὲν καὶ διὸ τὴν φύσιν· οὐ μικρὸν δὲ καὶ ὁ παιδαγωγὸς ἀπειλῶν, παρακαλῶν, ἐπεγείρων, συνδιαταλαιπωρῶν, ἀνὴρ ἐλάττω τάξιν τῆς προσηκούσης σὴν χάριν ὑπομένων. ἃ δὲ ὑπὲρ Ἀλβανίου μηνύεις, καὶ ἥδιστά μοι καὶ οὐ κατ’ ἐλπίδας· ὡς ἔγωγ’ ἐφοβούμην μὴ σιγᾶν ἕλη- ται, θαρρεῖν δὲ εἶχον λέγειν ἐθέλοντος.