Ancient Greek · ~1 min
Letter 145
Libanius, Epistulae 1-839 145
Not analysed yet
Ἡμετέρῳ μαθητῇ Μακαρίῳ Μακάριός ἐστιν ὁ πατὴρ, εἷς δὲ οὑτοσὶ τῆς ἀμφὶ σὲ φάλαγγος. τούτῳ τῶν ἀρχόντων ἕκαστος ἔδωκε δῶρον, τὸ δὲ δῶρον χρόνος παρέχων αὐτῷ τὸν υἱὸν ἰδεῖν, υἱὸν τῇ Μνημοσύνῃ φίλον. δὸς δὴ τὸ δῶρον ἐπὶ πολλοῖς, ὃ καὶ πρῶτος ἔδωκας ἄν.