Ancient Greek · ~3 min
Letter 144
Libanius, Epistulae 1-839 144
Not analysed yet
Τῶν Ἑστιαίου παίδων μέλει μοι καὶ διὰ τοὺς θείους αὐτῶν, οἳ συνεφοίτησάν μοι, καὶ διὰ τὸν πάππον, ὃς ἔνα με ἡγεῖτο τῶν υἱέων. Ἑστιαῖος δὲ ἐμοὶ μὲν συνήθης οὐκ ἦν, ἐπαινεῖται δέ. τὸ δὲ μέγιστον, τῶν ἐμῶν οἱ νεανίσκοι φοιτη- τῶν μετὰ τῶν λόγων μελετήσαντες αἰδεῖσθαι. δι’ ὅσων δὲ κυμάτων ἡ μήτηρ αὐτοῖς ἐλθοῦσα μόλις ἀνέπνευσεν, οἶσθα καὶ ὅτι τοῦ κινδύνου μὲν ἀπηλλάγη, μείζω δὲ πεποίηκε τὴν οὖσαν καὶ πρὶν πενίαν. ἔστι δέ τις ἄνθρωπος ἐν Κύρῳ Μάρης, μᾶλλον πένης ἢ γέρων, ἔστι δὲ καὶ μάλα γέρων. ὃν μὴ παντάπασιν ἐκτριβῆναι δέονται μὲν οὗτοι, βούλομαι δὲ ἐγώ, κύριος δὲ σύ. σχῆμα δὲ τῇ βοηθείᾳ δώσει βασιλέως πα- λαιὰ γράμματα γράμμασι Θεοφίλου βεβαιούμενα.