Ancient Greek · ~2 min
Letter 148
Libanius, Epistulae 1-839 148
Not analysed yet
Οὐχ ὁ Φιλόξενος μόνον ἐπανήκων ἀμείνων ἐξώρμησε τὸν ἀδελφόν, ἀλλὰ καὶ τοῦ Φιλοξένου τις ἀνεψιός, οἶσθα γὰρ ὃν ἐγὼ λέγω καὶ λέγειν οὐκ ἐθέλεις εἰδώς. ἢ τούτου γε ἕνεκα τοῦ δευτέρου παρὰ σὲ χρῆν καὶ τὸν Φιλόξενον καὶ τὸν ἀδελφὸν τὸν ἐκείνου φοιτᾶν, ὡς οὐδέν γε παρ’ ἡμῖν οὔτε τοσοῦτον οὔτε τοιοῦτον ὁποῖον τε καὶ ὁπόσον παρὰ σοί; καί- τοι Τιτιανὸς τῇδε τοῖς λόγοις προστίθησιν, ἀλλ’ ἐγὼ τὸν οἶκοι θησαυρὸν αὐτοῦ κάλλιον ὁρῶ. τῇ μέντοι μητρὶ τοῖν νεα- νίσκοιν ἐκείνοιν λέγειν, ὃς ἔστι καὶ παρ’ ἡμὶν θέρος καὶ πνεῖ τότε μέτριος ἄνεμος.