Ancient Greek · ~3 min
Letter 149
Libanius, Epistulae 1-839 149
Not analysed yet
Οἴκοθεν οἴκαδε Μικκαλος παρ’ Ὀλυμπίου πρὸς σὲ καὶ οὐ παρ’ ἀδελφοῦ μᾶλλον ἢ παρ’ ἀδελφόν, ὅθεν μοι δοκεῖ τοῦ τε ἐν Παίοσιν ὑπεριδεῖν πλούτου καὶ τῆς ἐν ἀδικίᾳ τρυφῆς νομίζων τὸ σοὶ συνεῖναι καὶ τῶν χρημάτων αὐτῷ τῶν ἀπὸ τῆς θαλάττης ἥδιον ἔσεσθαι. τοῦτον μὲν οὖν τοῦτ’ ἔπεισε προ- κρῖναι τὴν σὴν ἀρχήν, σὺ δ’ αὐτῷ καὶ χρημάτων εὕρισκες πό- ρους. σοὶ μὶν γὰρ κεναῖς, τούτῳ δὲ μεσταῖς ἐπανελθεῖν προσ- ήκει χερσίν. ἃ δὲ περὶ τῆς πενίας ἔγραψας μείζω τὴν ἐκεῖ τῆς τῇδε πειρώμενος δεικνύναι, ῥητορεύοντος, οὐκ ἀληθεύον- τος ἦν. οἴ γέ τοι παρ’ ἡμῖν προσαιτοῦντες πόλεως μέτριον, οἱ δ’ ἐγγυτέρω τῶν δεινῶν εἰ τούτῳ πλουτοῦσιν, Οῖδίπου τινὸς χρῄζομεν.