Ancient Greek · ~3 min
Letter 153
Libanius, Epistulae 1-839 153
Not analysed yet
Πᾶσι μὲν τοῖς παρ’ ἀξίαν ἀτυχοῦσι βοηθεῖν οἶμαι δεῖν, ὅ τι ἂν δύνωμαι καὶ νομίζω ποιεῖν ἀρέσκοντα τῷ Διί, τοὺς δ’ ἐπὶ λόγοις μοι προσιόντας καὶ ὅστις τούτων οἰκεῖος διπλοῦν ὁρῶ πρὸς ἐμὲ τὸ δίκαιον ἔχοντας. ἔχουσι γὰρ πρὸς τῷ κοινῷ καὶ τὸ διὰ τοὺς λόγους. Μάρων τοίνυν τῶν παρ’ ἡμῖν ἐστιν ἐπὶ λόγοις ἐπαινουμένων, πόλεως μὲν Πανεάδος, παῖς δὲ Λεοντίου πένητος, οὐκ ἄνωθεν πένητος, ἀλλ᾿ ἐξ ἐπιεικείας καὶ τοῦ πάσχειν κακῶς ἐνταῦθα ἥκει. μέχρι μὲν οὖν ἐνῆν δαπανᾶν, τοῦτο ἐποίει· πάντων δὲ ἀνηλωμένων φεύγει κἂν ἀπείπῃ φεύγων, κάτεισι, καὶ πάλιν αὐτῷ τῆς οἰκίας ἡ φυγὴ κουφότερον. ἀλλ᾿, ὦ γενναῖε, στῆσον αὐτῷ τὴν πλάνην δείξας τοῖς ἀδικοῦσιν, ὡς πρόσθεν ταῦτ᾿ ἐξῆν, νῦν δὲ ἡ πενία μετὰ τοῦ δικαίου τῶν πλουτούντων ἰσχυροτέρα.