Ancient Greek · ~2 min
Letter 154
Libanius, Epistulae 1-839 154
Not analysed yet
Τῶν ἐμῶν πώλων, οὓς ἄγων ἐκ Μουσικῶν λειμώνων ἔδωκά σοι, τοὺς μὲν κεκλημένους ὑπὸ σοῦ, τοὺς δὲ ἀκλήτους ὁρᾷς. ὧν τοὺς μὲν εὐδαιμονίζω τῆς παρὰ σοῦ τιμῆς, τοὺς δὲ τοῦ περὶ δὲ πόθου. δηλοῦσι γὰρ οἷς αὐτόματοι τρέχουσιν, ὡς εἰκότως ἂν ἦσαν ἐν τοῖς κεκλημένοις. πάντων μὲν οὖν ἐπιμελήσῃ, τῶν μὲν εὐπόρων, ἵνα κτήσωνται δόξαν, τῶν δὲ πενήτων, ἵνα καὶ τούτοις χρήματα· πλέον δέ σοί τι δεικτέον περὶ τοὺς οὐ δοκοῦντας ἠξιῶσθαι τῆς τιμῆς, ὡς τοῖς μέν, κἂν σιγήσωσιν, οὐ μικρὸν ἐκεῖνο, τοῖς δ᾿ ἓν εἰς παραμυθίαν εἰπεῖν τε καὶ λαβεῖν.